Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.152 Joseph. AJ 19.158 (English) >>Joseph. AJ 19.161

19.156ἀλλὰ μετὰ τοιαύτης δυστυχίας, ὁποίᾳ δὴ Γάιον συνελθεῖν πρὸ τῶν ἐπαναστάντων καὶ συνθέντων τὴν ἐπίθεσιν αὐτὸν ἐπίβουλον αὐτῷ γενόμενον καὶ διδάξαντα οἷς ὑβρίζων ἀφόρητος ἦν ἀφανίζων τοῦ νόμου τὴν πρόνοιαν πολέμῳ πρὸς αὐτὸν χρῆσθαι τοὺς φιλτάτους, καὶ νῦν λόγῳ μὲν εἶναι τούτους οἳ ἀνῃρήκασι Γάιον, ἔργῳ δὲ αὐτὸν ὑφʼ ἑαυτοῦ κεῖσθαι διολωλότα. 19.157

Ἤδη δὲ καὶ τὸ θέατρον ἐξανίστατο τῶν φυλακῶν αἳ τὸ κατʼ ἀρχὰς πάνυ πικραὶ ἐγένοντο ὑπανεισῶν. αἰτία δʼ ἦν τοῦ προθύμως καὶ διαφευξομένου τῶν θεωρῶν Ἀλκύων ἰατρός, συναρπασθεὶς μὲν ὡς ἐπὶ θεραπείᾳ τινῶν τραυματιῶν, ἐκπέμψας δὲ τοὺς συνόντας λόγῳ μὲν ὡς καὶ μετελευσομένους ὁπόσα εἰς τὴν ἴασιν τοῖς τραυματίαις πρόσφορα, τὸ δʼ ἀληθὲς ὡς πείσοιντο κινδύνου τοῦ κατειληφότος. 19.158ἐν τούτῳ δὲ βουλῆς τε γίνεται σύνοδος καὶ δῆμος ᾗπερ καὶ εἰώθασιν ἐκκλησιάζειν ἐπὶ τῆς ἀγορᾶς καταστὰς ἐν ζητήσει τῶν σφαγέων τῶν Γαΐου ἦσαν, μὲν δῆμος καὶ πάνυ ἐκθύμως, δοκεῖν δὲ καὶ βουλή. 19.159καὶ ἦν γὰρ Ἀσιατικὸς Οὐαλέριος ὑπατικὸς ἀνήρ, οὗτος ἐπὶ τὸν δῆμον καταστάς, θορυβούντων καὶ δεινὸν τιθεμένων τὸ ἔτι λανθάνον τῶν τὸν αὐτοκράτορα ἀπεκτονότων, ἐπεὶ προθύμως πάντες αὐτὸν ἤροντο, τίς πράξας τυγχάνει, “εἴθε γὰρ ἔγωγεφησί.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.152 Joseph. AJ 19.158 (English) >>Joseph. AJ 19.161

Powered by PhiloLogic